ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:5-11
SBL Greek New Testament
5 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος· Ἔρχου. καὶ [a]εἶδον, καὶ ἰδοὺ ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. 6 καὶ ἤκουσα [b]ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν· Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες [c]κριθῶν δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
7 Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα [d]φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος· [e]Ἔρχου. 8 καὶ [f]εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ ὁ Θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει [g]μετ’ αὐτοῦ, καὶ ἐδόθη [h]αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.
9 Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν [i]μαρτυρίαν ἣν εἶχον. 10 καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες· Ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; 11 καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα [j]ἀναπαύσονται ἔτι χρόνον [k]μικρόν, ἕως [l]πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ [m]αὐτῶν οἱ μέλλοντες [n]ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.
Read full chapterFootnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:5 εἶδον WH Treg NIV ] ἴδε RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:6 ὡς WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:6 κριθῶν WH Treg NIV ] κριθῆς RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:7 φωνὴν WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:7 Ἔρχου WH Treg NIV ] + καὶ ἴδε RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:8 εἶδον καὶ WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:8 μετ᾽ αὐτοῦ WH Treg NIV ] αὐτῷ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:8 αὐτοῖς WH Treg NIV ] αὐτῷ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:9 μαρτυρίαν WH Treg NIV ] + τοῦ ἀρνίου RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 ἀναπαύσονται WH Treg NIV ] ἀναπαύσωνται RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 μικρόν WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 πληρωθῶσιν WH NIV ] πληρώσωσιν Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 αὐτῶν WH Treg NIV ] + καὶ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 ἀποκτέννεσθαι WH Treg NIV ] ἀποκτένεσθαι RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software